Οὐ μάρτυς ἁπλοῦς, ἀλλ’ ἐξ  Ἄγαρ γένους
γέγονας, μάκαρ Κωνσταντῖνε Καπούας.

κ τοῦ θεοστέπτου χοροῦ τῶν ὀκταρίθμων ἁγίων, ἐν οἷς ἡ Θεσσαλιῶτις Ἐκκλησία σεμνύνεται, νεώτερος κατὰ τὴν ἡλικίαν, ἐν ᾗ λαμπρῶς ἀγωνισάμενος ὑπεξῆλθε τὸν βίον, ἀλλὰ καὶ ὀψιαίτερος κατὰ τὸν χρόνον συγκαταριθμήσεως αὐτοῦ ἐν τοῖς δέλτοις τοῦ ἁγιολογικοῦ συναξαρίου, τυγχάνει ὁ ἀθλονίκης Κωνσταντῖνος, τὸ ἄνθος τῶν νεομαρτύρων, κατὰ τὸν ἱερὸν αὐτοῦ ὑμνογράφον.

Οὗτος ὁ μακάριος ἐβλάστησεν ὡς ῥόδον εὐθαλόφυτον ἐν γῇ Καπούας[1], ἐξ Ἀγαρηνῶν τὸ γένος ἕλκων. Ὑπῆρξεν υἱὸς τοῦ τοπικοῦ ἄρχοντος (μπέη) καὶ ἔφερε πρότερον τὸ ὄνομα Σαΐμ. Εἰς ἡλικίαν εἴκοσιν ἐτῶν κατηχήθη ὑπὸ λογίου τινὸς μοναχοῦ ἐν τῇ παρακειμένῃ ἱερᾷ μονῇ ἁγίου Νικολάου, στοιχειούμενος τῷ φόβῳ τοῦ Κυρίου καὶ καθαίρων ἑαυτοῦ τὴν καρδίαν πάσης κακονοίας, σπίλου καὶ ῥυτίδος. Λαμπόμενος τῇ τοῦ Χριστοῦ μυήσει, κατηξιώθη καὶ τοῦ λουτροῦ τῆς παλιγγενεσίας εἰς υἱοθεσίαν τὴν ἐν Χριστῷ.

Ὁ πατὴρ αὐτοῦ μαθὼν ὅτι ὁ νεαρὸς Σαῒμ ἀπεκήρυξε τὴν πίστιν τῶν Ὀθωμανῶν, ἐξεμάνη καὶ διέταξε τὴν σύλληψιν τοῦ ἀποστάτου. Ὀργὴν ἄκρος καὶ τὴν γνώμην θηριώδης, ὥρμησε τὸ πρῶτον κατὰ τῶν τριῶν μοναχῶν τῆς μονῆς, ἵνα θανατώσῃ αὐτούς. Ἀλλ’ ἐκεῖνοι ἀκούσαντες διέφυγον εἰς τὰς γειτονικὰς μονὰς τῶν Μετεώρων. Τότε διατάσσει τὴν πυρπόλησιν τοῦ μοναστηρίου.

Ὁ Κωνσταντῖνος ἐν τῷ μεταξὺ χρόνῳ συλληφθεὶς ὡδηγήθη ἐνώπιον αὐτοῦ. Ὁ ἀπονενοημένος πατὴρ περινενοημένως καὶ ὑποκριτικῶς μετῆλθε πᾶν μέσον, ἵνα μεταπείσῃ τὸν νεοφώτιστον. Εἰς μάτην ὅμως. Ὁ περιφανὴς νέος κατέβαλε πάσας τὰς μεθοδείας καὶ μετῆρε πᾶσαν τέχνην καὶ μηχανὴν τοῦ γεννήτορος. Εἰς τὰς δελαστικὰς προτάσεις, τοὺς συναισθηματικοὺς ἐκβιασμούς, τὰς ὑποσχέσεις, οὐδαμῶς ὑπέκυψεν· οὐδὲ ὑπὸ τὸ βάρος τῶν ἀπειλῶν τοῦ ἐν ἀπέλπιδι καταστάσει διατελοῦντος πατρὸς ἐκάμφθη. Διὸ καὶ εὐθὺς ὁδηγεῖται εἰς τὸ δεσμωτήριον. Ὁ νηλεόθυμος αὐθέντης ἐθεώρει ὡς βεβαίαν τὴν μετάνοιαν τοῦ υἱοῦ καὶ τὴν ἐπάνοδον αὐτοῦ εἰς τὴν πατρῴαν πίστιν διὰ τοῦ ἐγκλεισμοῦ εἰς τὴν ὑγράν, σκοτεινὴν καὶ δυσώδη φυλακήν, ἄνευ τροφῆς καὶ πόματος, δίχα παντὸς χρειώδους καὶ τῇ φύσει ἡμῶν προσήκοντος. Ἀλλ’ ὁ τοῦ Χριστοῦ καλλιμάρτυς, ἀσφαλῶς συντιθέμενος τῇ εὐαγγελικῇ διδασκαλίᾳ, οὐδόλως ἐσαλεύθη. Ἡμέρας καὶ νυκτὸς ἀνέκρινον αὐτόν, ἀλλ’ «οὐκ ἀπεκρίθη αὐτοῖς πρὸς οὐδὲ ἓν ῥῆμα»[2]. Γνοὺς τὴν ματαιότητα, παρέμεινε σιωπηλὸς καὶ προσηλωμένος εἰς τὴν προσευχὴν αὐτοῦ. Τότε ἐρραβδίσθη ὑπὸ τῶν ἀνόμων ὡς σῖτος ἐν ληνῷ. Ὁ δὲ τύραννος ἐκέλευσε παραδοθῆναι αὐτὸν εἰς ἀπηνῆ κολαστήρια, τοσούτῳ δεινότερα, ὅσῳ ἡ ὁμολογία αὐτοῦ ἑδραιοτέρα ἐνεδείκνυτο. Ἐπλανᾶτο ὁ ἄφρων πιστεύων εἰσέτι, ὅτι ἐδύνατο ὑποτάξαι τὸ ὑψηλὸν καὶ ἀταπείνωτον φρόνημα τοῦ νεάτου μάρτυρος. Ὁ τλησικάρδιος[3] Κωνσταντῖνος ἐν οὐδενὶ παροξυνθείς, ἔχαιρε μᾶλλον ἐν τοῖς παθήμασιν αὐτοῦ καὶ εἰς οὐδὲν ἐλογίζετο τὴν ἐν μιᾷ καιροῦ ῥοπῇ μετάπτωσιν τοῦ βίου αὐτοῦ πρὸς τὰ ἐναντία, ἤτοι ἀπὸ τῆς δόξης εἰς τὴν ἀτιμίαν καὶ τὴν περιφρόνησιν, ἀπὸ τοῦ πλούτου καὶ τῆς ἄγαν εὐπορίας εἰς τὴν ὀλιγότητα καὶ τὴν ἐσχάτην πενίαν, ἀπὸ τῆς ἀλκῆς εἰς τὴν ἐξουδένωσιν. Τηρήσας ἀσύλητον τὸν πλοῦτον τῆς ψυχῆς καὶ τὰς ἐπινοίας τοῦ ἀλάστορος καταισχύνας, ἐχώρει ἀγαλλόμενος πρὸς τὸν ἀνεξιχνίαστον πλοῦτον τῆς δόξης τοῦ Θεοῦ. Ὤφθη ἀνδρείας ὑπογραμμός, νεοφανῶν μαρτύρων ὑποτύπωσις, ἀσεβούντων ταπείνωσις. Ἔμελλε δὲ ὡς λαμπρὸν στηλογράφημα μαρτυρίας Χριστοῦ παθεῖν ὥσπερ ἐκεῖνος ἔξω τῆς πόλεως, ὑπὸ τῶν ἔξω[4] φερόμενος καὶ ἐπὶ κλώνου τῆς μεγάλης πλατάνου κρεμάμενος, ὁ εὐγενὴς τῆς Καπούας κλῶνος. Τρὶς διερράγη ὁ βρόχος, ὡσεὶ αἰδεσθεὶς τὸ τῆς νεότητος κάλλος καὶ τὴν εὔδωρον ἀθῳότητα τοῦ εὐγενοῦς νέου. Πολλοὶ τῶν ἀλλοθρήσκων ἐθαύμασαν καὶ ἐπίστευσαν. Μόνη ἡ καρδία τοῦ ἀσπόνδου πατρὸς ἐπέμεινεν ἀσυγκίνητος. Δοκῶν λατρείαν προσφέρειν τῷ Θεῷ[5], παρέδωκεν ἀνενδότῳ φρονήματι τὸν ἄκακον τοῖς δημίοις, ἄπαις (ἄτεκνος) ἀπὸ καλλίπαιδος ὁ τάλας γενόμενος, δαιμονικῇ ἐπινεύσει.

Τῇ 18ῃ Αὐγούστου τοῦ 1610 φοίνιον (αἱματηρὸν) πρόσφαγμα καὶ θυτήριον ἐγένετο ὁ περίλαμπρος Κωνσταντῖνος, ἀποτμηθεὶς τῇ κεφαλῇ, νηλεοῦς[6] πατρὸς προστάγματι. Τὸ σκήνωμα τοῦ ἐθελοθύτου βλαστοῦ ἐνεταφιάσθη εἰς τὰ «Τρία Δένδρα». Ὅ ποτε Σαῒμ ἔλαμψεν ὡς ἀστὴρ νεόφωτος ἐν τῷ νοητῷ στερεώματι τῆς Ἐκκλησίας.

Τὸ μαρτύριον αὐτοῦ εὗρε μεγάλην ἀπήχησιν εἰς τὰς ψυχὰς τῶν ὑποδούλων, ἐκέντησε δὲ θείῳ πλήκτρῳ καὶ τὰς καρδίας τῶν ὁμοφύλων αὐτοῦ καὶ ὁμοθρήσκων. Ἡ λαϊκὴ μοῦσα ἀπηθανάτισεν αὐτό, πλέκουσα ἀντὶ ἀμαράντου στεφάνου τὸ δημῶδες·

«Νά ’χε καεῖ ὁ πλάτανος,
νὰ τοῦ ’πεφταν τὰ φύλλα,
ποὺ κρέμασαν τὸ μπόϊ σου,
τὸ ὄμορφο μπεόπουλο»[7].

Πολλοὶ τῶν ἐντοπίων καὶ τῶν κατοικούντων ἐν τῇ εὐρυτέρᾳ περιοχῇ παρέσχον κατὰ καιροὺς μαρτυρίας περὶ θαυμάτων καὶ ἐμφανίσεων τοῦ ἁγίου, ὅστις ἀνεδείχθη ἑτοιμότατος βοηθὸς καὶ ἀντιλήπτωρ αὐτῶν ἐν ἀνάγκαις, ἔσωσεν δὲ πολλάκις αὐτοὺς ἐκ ποικίλων κινδύνων καὶ περιστάσεων.

Μαρτυρία διεσώσατο προσέτι καὶ περὶ ἀποθησαυρίσεως ἱερῶν αὐτοῦ λειψάνων ἐν τῇ παρὰ τὴν Πύλην Τρικάλων ἱερᾷ μονῇ Παναγίας Γκούρας ἄχρι τοῦ 1943 ἔτους, ὅτε καταστραφείσης τῆς ἱερᾶς μονῆς ὑπὸ βομβαρδισμῶν, μετεφέρθησαν ἅπαντα τὰ ἐν αὐτῇ τεθησαυρισμένα τίμια λείψανα εἰς τὴν ἐν Ἀγράφοις περίπυστον μονὴν Παναγίας Σπηλιᾶς. Κατὰ τοὺς δυστήνους ὅμως καὶ στυγερᾶς μοίρας συντυχόντας καιροὺς ταῦτα ἀπωλέσθησαν· ἕως τῆς σήμερον δὲ τυγχάνει ἄδηλος ὁ τόπος ἐν ᾧ ἐγκέκρυπται ἡ πάνσεπτος τούτων σορός, ἡμῶν προσευχομένων, ὅπως ἀναδείξῃ ταύτην ὁ Κύριος ἐν τῇ πολλῇ αὐτοῦ περὶ ἡμᾶς ἀγαθοδωρίᾳ, εἰς εὐφροσύνην ἡμῶν, χαρὰν καὶ ἀγαλλίασιν καὶ εὐλογίας οὐρανοφοίτου δαψίλειαν[8].

Κατὰ μῆνα Ἀπρίλιον τοῦ 2007 τὸ Οἰκουμενικὸν Πατριαρχεῖον ἐνέγραψε τὸν ἱερονίκην Κωνσταντῖνον εἰς τὰ ἁγιολόγια τῆς καθ’ ἡμᾶς Ὀρθοδόξου Ἐκκλησίας, κατατάσσον αὐτὸν ἐν τῇ χορείᾳ τῶν νεομαρτύρων[9]. Τῇ 17ῃ καὶ 18ῃ Αὐγούστου τοῦ αὐτοῦ ἔτους εἰς τὸν ἱερὸν ναὸν ἁγίου Νικολάου Καπούας (Καππᾶς), ἐν ᾧ ποτε κατηχήθη καὶ ἐβαπτίσθη ὁ κλυτὸς (ἔνδοξος) νεομάρτυς Κωνσταντῖνος, ἐψάλη τὸ πρῶτον ἡ ἱερὰ αὐτοῦ ἀκολουθία, ποίημα Γεωργίου Ἀποστολάκη τοῦ ἀπὸ δικαστῶν (νῦν ἀρεοπαγίτου), ἐτέθη δὲ εἰς προσκύνησιν καὶ ἡ ἱερὰ αὐτοῦ εἰκών, ἱστορηθεῖσα ἐν Καρδίτσῃ ὑπὸ τοῦ ἁγιογραφικοῦ οἴκου Ἀθανασίου Θ. Ἀγγέλου.

Ἔκτοτε ἡ κατ’ ἔτος ἱερὰ πανήγυρις τοῦ ἁγίου ἐνδόξου νεομάρτυρος Κωνσταντίνου τοῦ ἐξ Ἀγαρηνῶν, ἐν Καπούᾳ ἀθλήσαντος, τελεῖται εἰς τὸν ὁμώνυμον ναΐσκον, τὸν μετὰ πολλῆς εὐλαβείας ἀνεγερθέντα ὑπὸ τοῦ πιστοῦ λαοῦ εἰς τὸν τόπον τοῦ μαρτυρίου αὐτοῦ.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Κωνσταντῖνον Καπούας * τὸν νεομάρτυρα, * ὡς στρατιώτην γενναῖον * τῆς Ἐκκλησίας Χριστοῦ, * μακαρίσωμεν πιστοὶ * καὶ ἐπαινέσωμεν· * ὅτι δυσσέβειαν πατρὸς * καταλείψας σθεναρῶς, * ἐκήρυξε τὸν Σωτῆρα· * καὶ νομίμως ὑπεραθλήσας, * τὴν κάραν δέδωκεν ὡς δῶρον Χριστῷ.

 


[1]. Μεσαιωνικὴ πολίχνη. Σήμερον ὀνομάζεται Καππᾶ (ἡ). Κατὰ τοὺς ὁμηρικοὺς χρόνους ἀνῆκεν εἰς τὸ βασίλειον τῆς Ἰθώμης, ἔχον ὡς ἕδραν τὸ ἄχρι τοῦ νῦν σωζόμενον Πελασγικὸν φρούριον, γνωστὸν ὡς «κλωμακόεσσα Ἰθώμη». Τὴν Ἰθώμην ἀναφέρει ἡ Ἰλιὰς τοῦ Ὁμήρου εἰς τὸν «νεῶν κατάλογον», ἤγουν τὸν κατάλογον τῶν πλοίων, δι’ ὧν ἑκάστη τῶν ἑλληνικῶν πόλεων ἔλαβε μέρος εἰς τὸν Τρωϊκὸν πόλεμον. Ἡ Καπούα ἔλαβε τὸ ὄνομα αὐτῆς ἐκ τῆς Καπ(π)ύας, πρωτευούσης τῆς Ἰταλικῆς Καμπανίας, ἕδρας ὁμωνύμου πριγκιπάτου (Principatus Capuae). Ἡ λέξις ἐτυμολογεῖται ἐκ τοῦ λατινικοῦ Caput (-itis), ὅπερ σημαίνει τὴν κεφαλήν, τὴν πρωτεύουσαν πόλιν. Ἡ Θεσσαλικὴ Καπούα, ἱδρυθεῖσα προφανῶς μετὰ τὴν ὑπὸ τῶν Σαρακηνῶν καταστροφὴν τῆς ὁμωνύμου Ἰταλικῆς πόλεως, ἐγνώρισε μεγάλην ἀνάπτυξιν. Ὑπῆρξεν ἕδρα τῆς διαλαμψάσης ἐπισκοπῆς Καπούας καὶ Φαναρίου, προαχθείσης εἰς ἀρχιεπισκοπήν. Τὸν θρόνον αὐτῆς ἐκόσμησεν ὁ πανάγαστος ἱερομάρτυς Σεραφείμ, ὡς τελευταῖος ἐπίσκοπος Καπούας καὶ Φαναρίου, πρῶτος δὲ ἀρχιεπίσκοπος Φαναρίου καὶ Νεοχωρίου. Ἡ σημερινὴ Καππᾶ ἀνήκει εἰς τὸν νομὸν Καρδίτσης καὶ ἀπέχει ἀπὸ τὴν πρωτεύουσαν τοῦ νομοῦ περὶ τὰ 20 χλμ.

[2]. Ματθ. κζ΄ 14.

[3]. Τλησικάρδιος· ὁ ἰσχυρὸς τὴν καρδίαν, τὸ φρόνημα, ὁ καρτερικός.

[4]. Οἱ ἔξω· οἱ μὴ Χριστιανοί. Κατὰ τοὺς πρώτους αἰῶνας οὕτως ἐκαλοῦντο οἱ ἐθνικοὶ (εἰδωλολάτραι).

[5]. Ἰωάν. ιϛ΄ 2.

[6]. Νηλεής, νηλὴς (νη-, ἔλεος)· ὁ ἀνηλεής, ὁ ἄσπλαγχνος.

[7]. Ἀπαντᾷ εἰς παραλλαγάς.

[8]. Περὶ τῆς ὡς ἄνω μαρτυρίας ὅρα ἐν τῷ βιβλίῳ τοῦ ἐκ Καππᾶς ἀειμνήστου θεολόγου καὶ καθηγητοῦ Κωνσταντίνου Ἀπ. Σουλιώτη, ἐπ. Λυκειάρχου, Ὁ Ἅγιος Νεομάρτυς Κωνσταντῖνος ἐκ Καπούας, ὁ ἐξ Ἀγαρηνῶν, Βίος - ᾈσματικὴ Ἀκολουθία, ἐκδ. ΕΠΤΑΛΟΦΟΣ Α.Β.Ε.Ε., Ἀθῆναι 2012, σελ. 32.

[9]. Νεομάρτυρες ἐκλήθησαν, κατ’ ἀντιδιαστολὴν πρὸς τοὺς μάρτυρας τῶν τριῶν πρώτων αἰώνων, οἱ κατὰ τοὺς ζοφεροὺς χρόνους τῆς Τουρκοκρατίας ὑπὲρ Χριστοῦ ἀθλήσαντες. Σημειωτέον, ὅτι ἀπὸ τοῦ ΙΒ΄ αἰῶνος κατὰ βαθμὸν ἐπεκράτουν οἱ Τοῦρκοι. Διὰ τοῦ τιμίου αἵματος τῶν νεομαρτύρων ὡς ἐπ’ οὐδενὶ ἄλλῳ ἐπιάνθη τὸ δένδρον τῆς ἐλευθερίας. Προφανὲς τυγχάνει, ὅτι πλείστων ὅσων ἐξ αὐτῶν τὰ ὀνόματα παραμένουσιν εἰς ἡμᾶς ἄγνωστα.

"Ἀρχὴ καὶ τέλος σὲ ὅλα τὰ πράγματα νὰ βάζεις τὸν Θεό."

Γρηγόριος ὁ Θεολόγος

ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓ. ΓΕΩΡΓΙΟΥ

apolytikion

ΣΤΟΙΧΕΙΑ ΕΠΙΚΟΙΝΩΝΙΑΣ

Τηλέφωνον: 2441021510
Fax: 2441021510
E-mail: info@inagk.gr

Ἀβέρωφ & Ν. Πλαστῆρα 39
(Νέα Ἀγορὰ)
T.K. 431 32

x
ΣΗΜΕΙΩΣΙΣ

Τὰ κείμενα ποὺ φιλοξενοῦνται στὴν ἱστοσελίδα μας, ὡς πρὸς τὸ ἰδιαίτερο περιεχόμενο καὶ τὰ μορφολογικὰ χαρακτηριστικά τους ἀπηχοῦν ἰδέες, σκέψεις, θέσεις καὶ ἀντιλήψεις τῶν συντακτῶν καὶ συγγραφέων τους. Ἀρχή μας ἀποτελεῖ ἡ ἀπόδοσις τοῦ ὀφειλομένου σεβασμοῦ πρὸς τὴν ἐλευθερία διατυπώσεως προσωπικῆς γνώμης, ἐπιλογῆς ὕφους, γλωσσικοῦ ἰδιώματος ἢ συστήματος γραφῆς, ἤτοι τοῦ μονοτονικοῦ λεγομένου ἢ τοῦ πολυτονικοῦ — ἐμεῖς «φανατικὰ» καὶ ἀμετανόητα ἀκολουθοῦμε τὸ δεύτερο, αὐτὸ προκρίνουμε, αὐτὸ προτείνουμε, αὐτὸ προτιμοῦμε· καὶ θὰ θέλαμε, εἶναι ἀλήθεια, ὅλα τὰ κείμενα νὰ δημοσιεύαμε στὸ πολυτονικό, ὥστε, ὅπως καὶ κάποιοι λένε, νὰ μὴ προκαλεῖται «ὀπτικὴ μόλυνση στὸν ἱστοχῶρο μας» ἀπὸ τὴν ἀκρωτηριασμένη γραφή. Κάτι τέτοιο ὅμως ἀπαιτεῖ χρόνο καὶ γνώσεις, ποὺ ὅλοι δὲν ἔχουν. Μακάρι νὰ βρεθοῦν πρόσωπα ἱκανὰ καὶ πρόθυμα νὰ βοηθήσουν στὴν προσπάθεια αὐτή.

√ Ἐξυπακούεται ὅτι δὲν μποροῦν νὰ γίνουν δεκτὰ κείμενα τὰ ὁποῖα δὲν συνάδουν πρὸς τὸ διῆκον πνεῦμα τῆς ἱστοσελίδος.

ΕΚ ΤΟΥ Ι. ΝΑΟΥ