Δαμιανὸν φλέγουσι παῖδες ἀνόμων.
Ὀρθῶς φρονοῦντα δημιουργὸν τῶν ὅλων.

Δαμιανὸς ὁ λαμπρὸς στεφανίτης, τῆς Θεσσαλίας ἁπάσης τὸ σεμνότατον καύχημα, ὁ ἐν ἀγχόνῃ ἀπαιωρηθεὶς καὶ ὡς θεῖον ὁλοκάρπωμα διὰ πυρὸς τῷ Κυρίῳ προσενεχθείς, ἵσταται ἐν τῇ ἁγίᾳ ὀκτάδι διπλοῦν ἀναδησάμενος στέφανον, ὡς ὁ ἑῷος Νικόλαος, μάρτυς ἐν ὁσίοις καὶ ὅσιος ἐν μάρτυσιν.

Ἐγεννήθη περὶ τὸ 1510 εἰς Μυρίχοβον[1] Σελλάνων, ἐπαρχίας τοῦ νομοῦ Καρδίτσης. Οἱ γονεῖς αὐτοῦ, ἄνθρωποι εὐσεβεῖς καὶ φιλόχριστοι, ἀνέθρεψαν αὐτὸν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἐκ νεαρᾶς ἡλικίας ὁ Δαμιανὸς ἠγάπησε τὸν μοναχικὸν βίον. Θείῳ ἔρωτι τρωθείς, ὁσημέραι θερμότερον συνείχετο τῷ πόθῳ τοῦ Νυμφίου. Ἡ καρδία αὐτοῦ ἐδονεῖτο ἀπαύστως ὑπὸ τῆς ἐνθέου ἐπιθυμίας, ὅπως ἐνδυθῇ τὸ ἀγγελικὸν σχῆμα. Ὅθεν, καιρὸν εὔκαιρον λαβών, ἀνεχώρησεν εἰς ἅγιον Ὄρος καὶ ἐκάρη ὡς μοναχὸς ἐν τῇ ἱερᾷ μονῇ Φιλοθέου. Διψῶν πλείονος ἀσκήσεως καὶ προσευχῆς, μετέβη εἰς τὸ ἀσκητήριον τοῦ ἀναχωρητοῦ Δομετίου, ἔνθα ἐπὶ τριετίαν διατρίβων, ἐκλήθη ὑπὸ τοῦ Κυρίου, ἵνα ἐκδαπανήσῃ ἑαυτὸν εἰς πορείαν καὶ διακονίαν ἱεραποστολικήν. Φωνὴ ἄνωθεν προετρέψατο αὐτὸν λέγουσα· «Δαμιανέ, οὐ μόνον τὸ ἑαυτοῦ δεῖ σε ζητεῖν, ἀλλὰ καὶ τὸ τῶν ἑτέρων, κατὰ τὸν θεῖον ἀπόστολον»· ἤτοι μὴ ζητῇς μόνον τὸ ἴδιον συμφέρον, ἀλλὰ καὶ τὸ συμφέρον τῶν ἄλλων. Καὶ οὐκ ἐγένετο ἀπειθὴς τῇ οὐρανίῳ «ὀπτασίᾳ», ἀλλὰ τὸν μέγαν μιμούμενος Παῦλον, ἐκήρυξε τοῖς πᾶσιν, «ἀπαγγέλλων μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας»[2].

Ὡς πρόδρομος, οὕτως εἰπεῖν, τοῦ ἁγιοδρόμου ἱερομάρτυρος καὶ ἰσαποστόλου Κοσμᾶ τοῦ Αἰτωλοῦ, καταλιπὼν τὸ ἁγιώνυμον Ὄρος, πορεύεται τὸ πρῶτον εἰς τὰ μέρη τοῦ Ὀλύμπου, εὐαγγελιζόμενος τὸν λόγον μετὰ παρρησίας. Διώκεται ὅμως ὡς λαοπλάνος καὶ ἀπατεὼν ὑπὸ εὐσεβιστικῶν χριστιανικῶν κύκλων. Ὡς γνήσιος μαθητὴς τοῦ Κυρίου, ἀφίησι τὰ ὀφειλήματα τῶν κατηγόρων αὐτοῦ. Ἄπολις γενόμενος καὶ μηδεμίαν ἔχων καταφυγήν, εἰς ἐκεῖνον προστρέχει, τὸν μόνον δυνάμενον ῥύσασθαι τοὺς δούλους αὐτοῦ ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης.

Θαρρῶν, κατέρχεται νοτιώτερον καὶ αὖθις εἰς τὸ αὐτὸ τρέπεται ἔργον, ἐκ Λαρίσης ὁρμώμενος καὶ ἱεραποστολικῶς περιάγων τὰς κωμοπόλεις πάσας καὶ τὰς κώμας ἐν τῇ εὐρυτέρᾳ περιοχῇ τῆς Ὄσσης (Κισσάβου), διδάσκων καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς Βασιλείας. Ὅμως καὶ πάλιν συναντᾷ τὸν φθόνον καὶ τὴν ἀντιπαλότητα. Διὸ καὶ καταλιπὼν τὰ «Θετταλικὰ πεδία», καταφεύγει εἰς τὴν ὀρεινὴν περιοχὴν τῶν Ἀγράφων.

Ὁρμητήριον τῆς ἱεραποστολικῆς αὐτοῦ δράσεως γίνεται νῦν ἡ πλησίον τῆς Καρύτσης Δολόπων περιώνυμος μονὴ Παναγίας Πελεκητῆς, ἧς καὶ ὡς κτήτωρ φέρεται[3]. Ἔμελλεν ὅμως καὶ ἐξ Ἀγράφων ἐκδιωχθῆναι ὁ πανόλβιος, ἀδίκως καὶ πάλιν ἐπικριθεὶς ὡς ἀπατηλὸς καὶ δόλιος, ὡς ψευδοκαλόγηρος καὶ ψευδοπροφήτης. Μετὰ τῆς ἀπελάσεως ἐδέχετο καὶ τὴν μομφήν. Οἱ ἔχθροὶ καὶ πολέμιοι τῆς πίστεως, οἱ συκοφάνται αὐτοῦ, οἱ διαβολεῖς καὶ ψευδάδελφοι ἐτοποθέτουν αὐτὸν εἰς μοῖραν ἀγύρτου. Ἀλλ’ ὁ ἀναίτιος διωκώμενος, οὐχὶ βουλόμενος, περιεφέρετο ἔνθεν κἀκεῖθεν.

Ἄκων λοιπὸν καὶ πάλιν ἀπέρχεται, ὑπερπαθῶς στένων (στενάζων) ὡς χελιδὼν ἀπορφανισθεῖσα τῆς ἑαυτῆς καλιᾶς (φωλεᾶς). Τὴν ὑψιμέλαθρον[4] «Πελεκητὴν» βιαίως ἀπολιπὼν καὶ τὰς ἡλιοστεφεῖς κορυφὰς τῶν Ἀγράφων ὡς ταχύπτερος ἀετὸς σπουδῇ διαδραμών, εἰς Κίσσαβον αὖθις παραγίνεται. Πλησίον τῆς Ἀνατολῆς[5] ἱδρύει μοναστήριον ἐπ’ ὀνόματι τοῦ τιμίου Προδρόμου, ἐν ᾧ ἐγκαταβιῶν ὁμοῦ μετ' ἄλλων μοναχῶν, ὁσιοπρεπῶς δουλεύει τῷ Κυρίῳ, διάγων ἐν ἀσκήσει καὶ προσευχῇ, ἀόκνως δὲ διδάσκων τὸν φιλόχριστον λαόν, ὅστις μετὰ σπουδῆς καὶ ζήλου προστρέχει, ἵνα ἀκούσῃ τὸ φλογερὸν αὐτοῦ κήρυγμα.

Οἱ ἐχθροὶ τῆς πίστεως ὅμως καιροφυλακτοῦν. «Ἐξελθὼν τῆς μονῆς διά τινα χρείαν (ἀνάγκην), μᾶλλον δὲ ἕνεκα τῆς τῶν χριστιανῶν ὠφελείας», κατὰ τὸν ἱερὸν συναξαριστήν, συλλαμβάνεται εἰς τὴν γειτονικὴν κώμην Βουλγαρινὴν καὶ ὁδηγεῖται εἰς τὰς φυλακὰς τῆς Λαρίσης. Τῇ ἑπομένῃ παρίσταται ἐνώπιον τοῦ Τούρκου διοικητοῦ, συστησαμένης ἤδη κατ’ αὐτοῦ τῆς κατηγορίας, ὅτι παρακωλύει τὴν ὁμαλὴν διεξαγωγὴν τῶν ἐμπορικῶν δραστηριοτήτων κατὰ τὴν ἡμέραν τῆς Κυριακῆς. Ἐν τῷ αὐτῷ κρίματι γενόμενος συνελήφθη δύο περίπου αἰῶνας ἀργότερον καὶ ὁ θεόδευτος πατὴρ ἡμῶν Κοσμᾶς ὁ Αἰτωλός. Ἀμφότεροι προέτρεπον τοὺς ὑποδούλους αὐτῶν ἀδελφούς, ἵνα ἐνθυμῶνται, ὅτι ἡ Κυριακὴ[6] ἡμέρα ἐκλήθη οὕτως ἐκ τῆς ἀφιερώσεως αὐτῆς εἰς τὸν Κύριον, ἀρχῆθεν δὲ καθιέρωται ὡς ἡμέρα ἀργίας διὰ τοὺς Χριστιανούς.

Ἐπὶ δέκα καὶ πέντε ἡμέρας πολυειδῶς καὶ πολυτρόπως καὶ πολυμερῶς ἐβασάνιζον οἱ δείλαιοι τὸν γενναῖον τοῦ Χριστοῦ ἀθλητήν, μηδὲν ἐνδιδόντα πρὸς τὰς ὑποσχέσεις αὐτῶν ἐπὶ τιμῇ καὶ δόξῃ καὶ πλούτῳ πολλῷ, ὃν ἤθελεν ἀπολαύσῃ, ἐὰν ἠρνεῖτο τὴν πίστιν αὐτοῦ, στέργων μάλιστα τὰς ἐκείνων δοξασίας. Οὐδόλως ἐφοβήθη τὸ ἔμπεδον αὐτῶν μένος, οὐδὲ κατὰ μικρὸν ἐδειλίασεν ἐνώπιον τῶν ἀπειλῶν αὐτῶν. Αἱ ὀδύναι τῶν σφοδρῶν κολαστηρίων οὐδαμῶς κατέβαλον τὸ καρτερὸν αὐτοῦ φρόνημα. Εἰς μάτην ὁ τύραννος κομπάζων ἐξαπέλυεν νέας ὕβρεις καὶ ἀπειλάς. Εἰς μάτην διέτασσεν ἐπὶ πλέον ξυλοδαρμοὺς καὶ κολάσεις. Ἀνώφελος ἡ βαρεῖα ἅλυσος καὶ αἱ φυλακαὶ (δεσμὰ σιδηρᾶ) τῶν χειρῶν, τῶν ποδῶν καὶ τοῦ τραχήλου. Ὅθεν, ἐν ἀδίκῳ παροξυσμῷ ὀργῆς, τὸν δι’ ἀγχόνης ὁρίζει θάνατον, τῶν δημίων παραχρῆμα ἐκτελούντων τὸ πρόσταγμα. Ἀλλ’ εἷς τούτων, εἰς μανίαν περιτραπείς, ἔλαβε πέλεκυν καὶ ἐπάταξε τὸν ὅσιον ἐπὶ τὴν τιμίαν αὐτοῦ κεφαλήν. Τότε ῥαγέντος τοῦ βρόχου, ἔπεσεν ὁ ἀήττητος ὡς ἀρνίον ἐσφαγμένον ἐπὶ τὸ πρόσωπον τῆς γῆς. Οἱ δὲ δαΐκτορες (φονεῖς), οὕτως ἡμιθανῆ καὶ τῷ αἵματι πάντοθεν πεφυρμένον (μεμιγμένον), ἔρριψαν εἰς τὸ πῦρ κἀκεῖθεν εἰς τὰς δίνας τοῦ γείτονος Πηνειοῦ, ὅστις ἔμελλε χρόνου οὐ πολλοῦ διελθόντος, δεχθῆναι εἰς τὰς περιχρόους αὐτοῦ ῥοὰς καὶ τὴν ἀγλαοπυρσόμορφον κεφαλὴν τοῦ πανευδόξου ἱερομάρτυρος Σεραφείμ, τάφος οὕτω γενόμενος καὶ σῆμα καὶ μνημεῖον παγκλέϊστον, λάρναξ θείων δωρημάτων, ἐν οἷς ἡγίασται Τεμπῶν ἡ εὔδροσος κοιλάς, πόντος ὁ Αἰγαῖος καὶ ἅπασα ἡ οἰκουμένη.

Ἐγένετο δὲ τὸ μαρτύριον τοῦτο τῇ 14ῃ Φεβρουαρίου τοῦ 1568 εἰς τὰς παρυφὰς τοῦ λοφίσκου, ἐφ’ οὗ σήμερον δεσπόζει ὁ μεγαλοπρεπὴς ἱ. ναὸς ἁγίου Ἀχιλλίου Λαρίσης. Ἐν τῷ τόπῳ ἵσταται μαρμαρίνη στήλη ἀνακρούουσα τὸ γεγονός.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Φιλοθέου τῆς μάνδρας * σεπτὸν ἀνάστημα, * Ἀγράφων καὶ Θεσσαλίας * ἱεροκῆρυξ λαμπρὲ * καὶ Καρύτσης τῶν Δολόπων * μέγα καύχημα, * θεοειδὲς Δαμιανέ, * ὁσιόαθλε κλεινέ, * Λαρίσης ὁ ἁγιάσας τὴν χθόνα, * ῥῦσαι κακίας * τοῦ μισοκάλου τοὺς τιμῶντάς σε.

 

[1] Σήμερον ὀνομάζεται Ἁγία Τριάς. Διὰ τὸν τόπον καταγωγῆς τοῦ ἁγίου ἐρίζει καὶ ἡ κώμη Ἀράχωβα ἢ Ῥάχωβα ἢ Ῥίχω(ο)βον τῶν Ἀγράφων.

[2] Πράξ. κϛ΄ 19-20.

[3] Ὑπὸ τὴν προσηγορίαν ταύτην εἰκονίζεται εἰς δύο τοιχογραφίας τῆς ἱ. μονῆς.

[4] Ὑψιμέλαθρος· ὁ ὑψηλὰ ᾠκοδομημένος.

[5] Κώμη ἐπὶ τῆς νοτιοανατολικῆς πλευρᾶς τοῦ Κισσάβου, ἥτις ἐκαλεῖτο Σελίτσανη.

[6] Τὸ ἐπίθετον κυριακός, -ή, -ὸν (κύριος) σημαίνει τὸν ἀνήκοντα, τὸν ἀναφερόμενον, τὸν ἁρμόζοντα εἰς κύριον ἢ δεσπότην· π.χ. κυριακὸν χρῆμα, κυριακὴ κτῆσις, κυριακοὶ φόροι· ὡσαύτως (ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ) κυριακὸν δεῖπνον, κυριακὸν λόγιον, κυριακὴ προσευχὴ (τὸ Πάτερ ἡμῶν), κυριακὴ ἡμέρα (dies Dominica). Ἐντεῦθεν ἡ λέξις Κυριακή, ὡς οὐσιαστικοποιημένον ἐπίθετον, κατὰ παράλειψιν τῆς λέξεως ἡμέρα. Ὅθεν Κυριακὴ ἡ ἡμέρα τοῦ Κυρίου, ἡ κυριώνυμος ἡμέρα.

"Ἀρχὴ καὶ τέλος σὲ ὅλα τὰ πράγματα νὰ βάζεις τὸν Θεό."

Γρηγόριος ὁ Θεολόγος

ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓ. ΓΕΩΡΓΙΟΥ

apolytikion

ΣΤΟΙΧΕΙΑ ΕΠΙΚΟΙΝΩΝΙΑΣ

Τηλέφωνον: 2441021510
Fax: 2441021510
E-mail: info@inagk.gr

Ἀβέρωφ & Ν. Πλαστῆρα 39
(Νέα Ἀγορὰ)
T.K. 431 32

x
ΣΗΜΕΙΩΣΙΣ

Τὰ κείμενα ποὺ φιλοξενοῦνται στὴν ἱστοσελίδα μας, ὡς πρὸς τὸ ἰδιαίτερο περιεχόμενο καὶ τὰ μορφολογικὰ χαρακτηριστικά τους ἀπηχοῦν ἰδέες, σκέψεις, θέσεις καὶ ἀντιλήψεις τῶν συντακτῶν καὶ συγγραφέων τους. Ἀρχή μας ἀποτελεῖ ἡ ἀπόδοσις τοῦ ὀφειλομένου σεβασμοῦ πρὸς τὴν ἐλευθερία διατυπώσεως προσωπικῆς γνώμης, ἐπιλογῆς ὕφους, γλωσσικοῦ ἰδιώματος ἢ συστήματος γραφῆς, ἤτοι τοῦ μονοτονικοῦ λεγομένου ἢ τοῦ πολυτονικοῦ — ἐμεῖς «φανατικὰ» καὶ ἀμετανόητα ἀκολουθοῦμε τὸ δεύτερο, αὐτὸ προκρίνουμε, αὐτὸ προτείνουμε, αὐτὸ προτιμοῦμε· καὶ θὰ θέλαμε, εἶναι ἀλήθεια, ὅλα τὰ κείμενα νὰ δημοσιεύαμε στὸ πολυτονικό, ὥστε, ὅπως καὶ κάποιοι λένε, νὰ μὴ προκαλεῖται «ὀπτικὴ μόλυνση στὸν ἱστοχῶρο μας» ἀπὸ τὴν ἀκρωτηριασμένη γραφή. Κάτι τέτοιο ὅμως ἀπαιτεῖ χρόνο καὶ γνώσεις, ποὺ ὅλοι δὲν ἔχουν. Μακάρι νὰ βρεθοῦν πρόσωπα ἱκανὰ καὶ πρόθυμα νὰ βοηθήσουν στὴν προσπάθεια αὐτή.

√ Ἐξυπακούεται ὅτι δὲν μποροῦν νὰ γίνουν δεκτὰ κείμενα τὰ ὁποῖα δὲν συνάδουν πρὸς τὸ διῆκον πνεῦμα τῆς ἱστοσελίδος.

ΕΚ ΤΟΥ Ι. ΝΑΟΥ